Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.192 Joseph. AJ 11.197 (English) >>Joseph. AJ 11.203

11.195

Διακείμενος δὲ πρὸς αὐτὴν ἐρωτικῶς καὶ μὴ φέρων τὴν διάζευξιν, καταλλαγῆναι μὲν αὐτῇ διὰ τὸν νόμον οὐκ ἐδύνατο, λυπούμενος δὲ ὡς ἐπʼ ἀδυνάτοις οἷς ἤθελεν διετέλει. βλέποντες δʼ αὐτὸν οὕτως ἔχοντα χαλεπῶς οἱ φίλοι συνεβούλευον τὴν μὲν τῆς γυναικὸς μνήμην καὶ τὸν ἔρωτα μηδὲν ὠφελούμενον ἐκβαλεῖν, 11.196ζητῆσαι δὲ περιπέμψαντα καθʼ ὅλην τὴν οἰκουμένην παρθένους εὐπρεπεῖς, ὧν τὴν προκριθεῖσαν ἕξειν γυναῖκα· σβέννυσθαι γὰρ τὸ πρὸς τὴν προτέραν φιλόστοργον ἑτέρας ἐπεισαγωγῇ, καὶ τὸ πρὸς ἐκείνην εὔνουν ἀποσπώμενον κατὰ μικρὸν γίνεσθαι τῆς συνούσης. 11.197πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ προσέταξέ τισιν ἐπιλεξαμένους τὰς εὐδοκιμούσας ἐπʼ εὐμορφίᾳ τῶν ἐν τῇ βασιλείᾳ παρθένων ἀγαγεῖν πρὸς αὐτόν. 11.198συναχθεισῶν δὲ πολλῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη τῶν γονέων ἀμφοτέρων ὀρφανὴ παρὰ τῷ θείῳ Μαρδοχαίῳ, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, τρεφομένη· οὗτος δʼ ἦν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, τῶν δὲ πρώτων παρὰ τοῖς Ἰουδαίοις. 11.199πασῶν δὲ τὴν Ἐσθῆρα συνέβαινεν, τοῦτο γὰρ ἦν αὐτῇ τοὔνομα, τῷ κάλλει διαφέρειν καὶ τὴν χάριν τοῦ προσώπου τὰς ὄψεις τῶν θεωμένων μᾶλλον ἐπάγεσθαι. 11.200παραδοθεῖσα δὲ αὕτη τινὶ τῶν εὐνούχων εἰς ἐπιμέλειαν πάσης ἐτύγχανε προνοίας ἀρωμάτων ἀφθονίᾳ καὶ πολυτελείᾳ τῶν ἀλειμμάτων ὧν χρῄζει τὰ σώματα καταρδομένη, καὶ τούτων ἀπέλαυον ἐπὶ μῆνας ἓξ τετρακόσιαι τὸν ἀριθμὸν οὖσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.192 Joseph. AJ 11.197 (English) >>Joseph. AJ 11.203

Powered by PhiloLogic